TLG 2577 001 :: ANATOLIUS :: Περὶ δεκάδος καὶ τῶν ἐντὸς αὐτῆς ἀριθμῶν

ANATOLIUS Math. Phil., Episcopus Laodiceae, Anatolius Laodicensis
(Alexandrinus Caesariensis: A.D. 3)

Περὶ δεκάδος καὶ τῶν ἐντὸς αὐτῆς ἀριθμῶν

Source: Heiberg, J.L. (ed.), Anatolius. Sur les dix premiers nombres. Macon: Protat, 1901: 5–16.

Citation: Page — (line)

5

(1t)

Ἀνατολίου περὶ δεκάδος καὶ τῶν ἐντὸς
2tαὐτῆς ἀριθμῶν.
3 Ἡ δεκάδος καὶ τῶν ἐντὸς αὐτῆς ἀριθμῶν φύσις μυρία μὲν παρέχεται καὶ ἐπιδείκνυσι κάλλη τοῖς ὀξυδερκῶς τῷ νῷ καθο‐
5ρᾶν τὰ τοιαῦτα δυναμένοις. ὅσα μὲν οὖν ἐὰν οἷόν τε ᾖ, λέξομεν ἐφ’ ἑκάστου τῶν ἀριθμῶν τοσοῦτον· δὲ προλέγομεν νῦν, ὅτι οἱ Πυθαγόρειοι τὸν πάντα ἀριθμὸν εἰς δέκα ἀνῆγον, ὑπὲρ δέκα δὲ οὐδεὶς ἔτι ἀριθμός, ἐν πάσῃ αὐξήσει πάλιν ἡμῶν ἐπιστρε‐ φόντων ἐπὶ μονάδα μετὰ τὸ συμπληροῦσθαι πᾶσαν δεκάδα·
10ἀλλὰ καί, ὅτι ἐκ τετράδος συνίσταται ἡ δεκάς, εἰς τὰ μάλιστα τὴν τετρακτὺν ἐτίμων.
12tΠερὶ μονάδος.
13 μονὰς προτέρα παντὸς ἀριθμοῦ, ἐξ ἧς πάντες, αὐτὴ δὲ ὑπ’ οὐδενός. διὸ καλεῖται γονὴ ὕλη οὖσα τῶν ἀριθμῶν· ἀναι‐
15ρεθείσης γὰρ αὐτῆς οὐκ ἔστιν ἀριθμός. ἀδιαίρετος, ἀδιάβλητος, μὴ ἐξισταμένη δὲ τῆς ἑαυτῆς φύσεως μηδ’ ἐν τῷ πολλαπλα‐ σιασμῷ· ἔτι, εἰ μὴ καὶ ἐντελεχείᾳ, ἀλλὰ δυνάμει, περισσή, ἀρτία, ἀρτιοπέρισσος, κύβος, τετράγωνος, τὰ ἄλλα πάντα. αὕτη σημεῖον δείκνυσιν. ἐκάλουν δὲ αὐτὴν οἱ Πυθαγόρειοι
20νοῦν εἰκάζοντες τῷ ἑνὶ αὐτήν, τῷ νοητῷ θεῷ, τῷ ἀγεννήτῳ, αὐτοκαλῷ, αὐτοαγαθῷ, ἐν δὲ ἅπασιν, εἰ καὶ μάλιστα τῇ τοῦ ἑνὸς ὁμοιοῦντες φρονήσει ἐν ἀρεταῖς· τὸ γὰρ ὀρθὸν ἕν καὶ τὸ ὁμολογούμενον. ἔτι ἐνόουν αὐτὴν οὐσίαν, αἰτίαν, ἀληθές, ἁπλοῦν, παράδειγμα, τάξιν, συμφωνίαν, ἐν μείζονι καὶ ἐλάσ‐
25σονι τὸ ἴσον, ἐν ἀποστάσει τὸ μέσον, ἐν πλήθει τὸ μέτριον,

6

ἐν χρόνῳ πρότερον καὶ ὕστερον νῦν τὸν ἐνεστῶτα ἔτι ἐπε‐ νόουν καὶ τὸ ἐγχωροῦν ναῦν, ἅρμα, φίλον, ζωήν, εὐδαιμο‐ νίαν. πρὸς τούτοις ἔλεγον περὶ τὸ μέσον τῶν δ’ στοιχείων κεῖσθαί τινα ἑναδικὸν διάπυρον κύβον, οὗ τὴν μεσότητα τῆς
5θέσεως καὶ Ὅμηρον εἰδέναι λέγοντα
τόσσον ἔνερθ’ ἀίδαο, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης.
ἐοίκασι δὲ κατά γε τοῦτο κατηκολουθηκέναι τοῖς Πυθα‐ γορικοῖς οἵ τε περὶ Ἐμπεδοκλέα καὶ Παρμενίδην καὶ σχεδὸν οἱ πλεῖστοι τῶν πάλαι σοφῶν φάμενοι τὴν μοναδικὴν φύσιν ἑστίας
10τρόπον ἐν μέσῳ ἱδρύσθαι καὶ διὰ τὸ ἰσόρροπον φυλάσσειν τὴν αὐτὴν ἕδραν, καὶ δὴ Εὐριπίδης ὡς Ἀναξαγόρου γενόμενος μαθητὴς οὕτω τῆς γῆς μνησθείς
ἑστίαν δέ ς’ οἱ σοφοὶ βροτῶν νομίζουσιν. ἔτι φασὶν οἱ Πυθαγόρειοι καὶ τὸ ὀρθογώνιον τρίγωνον ὑπὸ
15Πυθαγόρου τὴν σύστασιν λαβεῖν διὰ μονάδος κατιδόντος τοὺς ἐν αὐτῷ ἀριθμούς.
17tΠερὶ δυάδος.
18 δυὰς ἀρχὴ ἀριθμοῦ· πρώτη αὔξη καὶ μεταβολὴ εἰς δυάδα καὶ διπλασιασμὸν τῆς μονάδος· πρώτη τοῦ στίχου τῶν ἀρτίων
20ἐστί, συντεθεῖσα ἰσοδυναμοῦσα τῷ ἀπ’ αὐτῆς γινομένῳ· ἡ μὲν γὰρ σύνθεσις ταύτης καὶ ὁ πολυπλασιασμὸς τὸ αὐτὸ ποιεῖ, ἐπὶ δὲ τῶν ἄλλων ὁ πολυπλασιασμὸς τῆς συνθέσεως μείζων· μετὰ τὸ σημεῖον γραμμὴν ἔδειξεν· ἔχει τὸ ἀνάλογον τῇ ὕλῃ καὶ
παντὶ αἰσθητῷ· εἴκαζον αὐτὴν ἐν ἀρεταῖς ἀνδρίᾳ· προβέβηκε

7

γὰρ ἤδη. διὸ καὶ τόλμαν ἐκάλουν καὶ ὁρμήν· καὶ δόξαν δὲ ὠνόμαζον, ὅτι τἀληθὲς καὶ ψεῦδος ἐν δόξῃ. ἔτι καὶ ταύτην ἐκάλουν κίνησιν, γένεσιν, μεταβολήν, διαίρεσιν, μῆκος, αὔξη‐ σιν, κοινωνίαν, τὸ πρός τι, λόγον τὸν ἐν ἀναλογίᾳ· τριῶν γὰρ
5ἀριθμῶν σχέσις ἐν τρισὶν ὅροις ὁ λόγος ὁ ἐν ἀναλογίᾳ.
6tΠερὶ τρίαδος.
7 τριὰς γίνεται τῇ δυάδι συνελθούσης μονάδος· πρῶτός ἐστι περισσός· καλεῖται ὑπ’ ἐνίων τέλειος, ὅτι πρῶτος τὰ πάντα σημαίνει ἀρχὴν καὶ μέσον καὶ τέλος. τὰ ἐξαίσια ἐπὶ ταύτης
10σεμνύνομεν ἀποκαλοῦντες τρισολβίους, τρισμάκαρας. εὐχαὶ καὶ σπονδαὶ τρεῖς γίνονται. πρῶτον ἔδειξεν ἀρχήν, μέσον, τέλος· ἔδειξεν ἐπιφάνειαν μετὰ σημεῖον καὶ γραμμήν· εἰκών ἐστιν ἐπιπέδου καὶ πρώτη ὑπόστασις ἐν τριγώνοις· τρία γὰρ αὐτῶν γένη, ἰσόπλευρον, ἰσοσκελές, σκαληνόν· ἔτι γωνίαι εὐθύγραμμοι
15τρεῖς, ὀρθή, ὀξεῖα, ἀμβλεῖα· χρόνου μέρη τρία, ἐνεστός, παρε‐ ληλυθός, μέλλον. εἰκάζομεν δὲ αὐτὴν ἐν ἀρεταῖς σωφρο‐ σύνῃ· συμμετρία γὰρ αὕτη μεταξὺ ὑπεροχῆς καὶ ἐλλείψεως, θρασύτητος καὶ δειλίας. ἔστιν ἡ τριὰς ἐκ δυάδος καὶ μονάδος ἢ τὸ ἀνάπαλιν· ἐκ μονάδος καὶ δυάδος καὶ ἑαυτῆς τὸν ϛʹ ποιεῖ
20κατὰ σύνθεσιν, ὅς ἐστι κυρίως πρῶτος τέλειος ἀριθμός.
21tΠερὶ τετράδος.
22 τετρὰς δικαιοσύνη καλεῖται, ἐπεὶ τὸ τετράγωνον τὸ ἐπ’ αὐτῆς, τουτέστι τὸ ἐμβαδόν, τῇ περιμέτρῳ ἴσον· τῶν μὲν γὰρ πρὸ αὐτῆς ἡ περίμετρος τοῦ ἐμβαδοῦ τοῦ τετραγώνου
25μεῖζον, τῶν δὲ μετ’ αὐτὴν ἡ περίμετρος τοῦ ἐμβαδοῦ ἐλάσσων.

8

πρῶτος τετράγωνος καὶ ἐν ἀρτίοις πρώτη τετρακτύς, ὅτι οἱ ἀπὸ μονάδος μέχρι τετράδος τὸν δέκα ποιοῦσι καλούμενον τέλειον ἀριθμόν· πρῶτος ἔδειξε τὴν στερεοῦ φύσιν· σημεῖον γάρ, εἶτα γραμμή, εἶτα ἐπιφάνεια, εἶτα στερεόν, ὅ ἐστι σῶμα.
5τοῦτον τῶν καρυατιζόντων παιδιὰ ποιοῦσα σχῆμα πυραμί‐ δος. ἔτι στοιχεῖα τέσσαρα, ὧραι τέσσαρες τετραχῆ τοῦ ἐνιαυ‐ τοῦ διαιρουμένου. πρῶτος ὅδε ἀρτιάκις ἄρτιος, πρῶτος ἐπίτρι‐ τος, τῆς ἁρμονίας πρώτης τῆς διὰ τεσσάρων· ἴσα πάντα ἐπ’ αὐτοῦ, ἐμβαδόν, γωνίαι, πλευραί· κλίματα τέσσαρα, ἀνα‐
10τολή, δύσις, ἄρκτος, μεσημβρία· σημεῖα δʹ, ἀνατολικόν, δυτι‐ κόν, μεσημβρινόν, μεσουράνημα· ἄνεμοι πρῶτοι δʹ. ἔτι τοῦ παντὸς τὸ μὲν νοητόν, τὸ δὲ αἰσθητόν, τοῦ δὲ νοητοῦ τὸ μὲν ἐπιστήμη, τὸ δὲ διαλεκτική, τοῦ αἰσθητοῦ τὸ μὲν πίστις, τὸ δὲ εἰκασία, ἅ εἰσι δʹ. ἄλλοι τὰ ὅλα διακοσμηθῆναί φασι διὰ δʹ,
15οὐσίας, σχήματος, εἴδους, λόγου. οὐ μόνον δὲ τὸν τοῦ σώματος ἐπέχει λόγον ἐν ἀριθμοῖς τετράς, ἀλλὰ καὶ τὸν τῆς ψυχῆς· ὡς γὰρ τὸν ὅλον κόσμον φασὶ κατὰ ἁρμονίαν διοικεῖσθαι, οὕτω καὶ τὸ ζῷον ψυχοῦσθαι, δοκεῖ δὲ τέλειος ἁρμονία ἐν τρισὶ συμφωνίαις ὑφεστάναι, τῇ διὰ δʹ, ἥτις ἐν ἐπιτρίτῳ κεῖται
20λόγῳ, τῇ διὰ εʹ ἐν ἡμιολίῳ, τῇ διὰ πασῶν ἐν διπλασίονι. ὄντων δὲ ἀριθμῶν τεττάρων τῶν πρώτων αʹ βʹ γʹ δʹ, ἐν τούτοις καὶ ἡ τῆς ψυχῆς ἰδέα περιέχεται κατὰ τὸν ἐναρμόνιον λόγον, ὁ μὲν δʹ τοῦ βʹ καὶ ὁ βʹ τοῦ αʹ διπλάσιος, ἐν ᾧ κεῖται ἡ διὰ πασῶν συμφωνία, ὁ δὲ γʹ τοῦ βʹ ἡμιόλιος περιέχων αὐτὸν καὶ
25τὸ ἥμισυ τὴν διὰ πέντε συμφωνίαν ὑποβάλλει, ὁ δὲ δʹ τοῦ γʹ ἐπίτριτος, ἐν ᾧ ἡ διὰ δʹ συμφωνία. εἰ δὲ ἐν τῷ δʹ ἀριθμῷ τὸ πᾶν κεῖται ἐκ ψυχῆς καὶ σώματος, ἀληθὲς ἄρα καί, ὅτι αἱ
συμφωνίαι πᾶσαι κατ’ αὐτὸν τελοῦνται.

9

(1t)

Περὶ πεντάδος.
2 πεντὰς πρώτη περιέλαβε τοῦ παντὸς ἀριθμοῦ τὸ εἶδος, του‐ τέστι τὸν πρῶτον ἄρτιον καὶ τὸν περισσόν· ἡ γὰρ μονάς, εἰ καὶ περισσή, ἀλλ’ οὐκ ἀριθμός. γίνεται τοίνυν μήκει, τουτέστι
5συνθέσει, ἀπὸ τῶν πρώτων ἀρτίου καὶ περισσοῦ, ἄρρενος καὶ θήλεος· διὸ καὶ οὕτω καλεῖται. συντεθειμένη αὐτὴ δι’ ἑαυτῆς γίνεται ὁ δέκα· περὶ γὰρ τῶν ἄλλων ἐν .... καὶ θʹ ιβʹ καὶ ηʹ ιγʹ καὶ ζʹ ιδʹ καὶ ϛʹ ἐξ ἄκρων ἐάν. τετραγωνιζομένη ἀεὶ περιέ‐ χει καὶ λήγει εἰς ἑαυτήν· πεντάκις γὰρ 〈πέντε κεʹ. εἰς κύβον
10μηκυνομένη τὸ τετράγωνον ὅλον περιέχει καὶ εἰς ἑαυτὴν λήγει· πεντάκις γὰρ〉 κεʹ ρκεʹ. ἔτι σχήματα πέντε στερεὰ ἰσόπλευρα καὶ ἰσογώνια, τετράεδρον, ὅ ἐστι πυραμίς, ὀκτάεδρον, εἰκο‐ σάεδρον, κύβος, 〈δωδεκάεδρον· ὧν〉 τὸ μὲν πυρὸς σχῆμά φησιν ὁ Πλάτων, τὸ δὲ ἀέρος, τὸ δὲ ὕδατος, τὸ δὲ γῆς, τὸ δὲ τοῦ
15παντός. ἔτι ἐκτὸς τοῦ ἡλίου καὶ σελήνης καὶ πλανώμενοι πέντε. ἔτι οἱ γνώριμοι παράλληλοι κύκλοι ἐν τῇ σφαίρᾳ πέντε, ἰσημερινός, τροπικοὶ δύο, ἀρκτικὸς καὶ ἀνταρκτικός. ζῶναι πέντε, δύο κατεψυγμέναι, δύο εὔκρατοι καὶ μία διακεκαυμένη. αἰσθήσεις πέντε. τὸ ἀπὸ τοῦ εʹ πρῶτον τετράγωνον ἴσον δυσὶ
20τετραγώνοις τῷ τε ἀπὸ τῶν τριῶν καὶ τῷ ἀπὸ τῶν δʹ. λέγε‐ ται τετράχορδα ἐκ πρώτου ἀρτίου εἶναι καὶ πρώτου περισσοῦ κατὰ τὸν πέντε νοεῖται συμφωνία γεωμετρική. ἔτι ἐκ τοῦ βʹ καὶ γʹ συνθέσει γίνεται, διὸ καὶ αὐτὸν ἐκάλουν γάμον. ἔτι,
ἐὰν καθ’ ὁποιανοῦν σύνθεσιν τὸν δέκα συνθῇς, μέσος εὑρίσκεται

10

ὁ εʹ κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν· οἷον θʹ καὶ αʹ, ηʹ καὶ βʹ, ζʹ καὶ γʹ, ϛʹ καὶ δʹ, ἀεὶ τὰ βʹ καὶ ιʹ ποιήσεις, καὶ μέσος εὑρεθήσεται ὁ εʹ κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, ὡς δηλοῖ τὸ διάγραμμα. [Omitted graphic marker]
5tΠερὶ ἑξάδος.
6 ἑξὰς πρῶτος τέλειος ἀριθμός. τοῖς γὰρ αὑτῆς μέρεσιν ἀριθμεῖται αʹ βʹ γʹ, ἃ ποιεῖ τὸν ϛʹ· ἅπαξ ϛʹ ϛʹ, δὶς γʹ ϛʹ,
10τρὶς βʹ ϛʹ. πρῶτος σύγκειται ἐξ ἡμίσεος, τρίτου, ἕκτου. τετραγωνιζόμενος περιέχει αὑτόν. ἑξάκις γὰρ ϛʹ λϛʹ· κυβιζό‐ μενος δὲ αὑτὸν μέν, τὸν 〈δὲ〉 τετράγωνον οὐκέτι· ἑξάκις γὰρ λϛʹ σιϛʹ· οὗτος δὲ τὸν μὲν ϛʹ περιέχει, τὸν δὲ λϛʹ οὐκ ἔχει. ἐξ ἀρτίου καὶ περιττοῦ τῶν πρώτων, ἄρρενος καὶ θήλεος, δυνάμει
15καὶ πολλαπλασιασμῷ γίνεται, διὸ καὶ ἀρρενόθηλυς καὶ γάμος καὶ ἀρτιοπέρισσος καλεῖται. κέκληται δὲ γάμος, διότι αὐτὸς μὲν τοῖς ἑαυτοῦ μέρεσίν ἐστιν ἴσος, ὡς δέδεικται, καὶ γάμου ἔργον τὸ ὅμοια ποιεῖν τὰ ἔκγονα τοῖς γονεῦσι. καθ’ ἑξάδα πρῶτον συνέστη ἡ ἁρμονικὴ μεσότης ληφθέντος τοῦ ϛʹ ἐπιτρίτου μὲν
20λόγου τοῦ ηʹ, διπλασίου δὲ τοῦ ιβʹ· τῷ γὰρ αὐτῷ μέρει ὁ ηʹ τῶν ἄκρων 〈ὑπερέχει καὶ〉 ὑπερέχεται. καὶ ἀριθμητικὴ δὲ μεσότης ληφθέντος τοῦ ϛʹ ἡμιολίου μὲν λόγου τοῦ θʹ, διπλα‐ σίου δὲ τοῦ ιβʹ· τῷ γὰρ αὐτῷ ἀριθμῷ τὰ θʹ ὑπερέχει τοῦ ἄκρου καὶ ὑπερέχεται τῷ γʹ. ἔτι ἀναλογίαν τινὰ ἀριθμητικὴν
25〈τὰ μέρη αὐτοῦ τὰ〉 αʹ βʹ γʹ συντεθέντα ποιεῖ. ἔτι δὲ ὁ ϛʹ
καὶ τὴν γεωμετρικὴν ἀναλογίαν 〈ποιεῖ〉 ὡς μέσος ληφθείς,

11

ἂν τὸ ἥμισυ λάβωμεν τὸν γʹ καὶ 〈τὸν〉 διπλάσιον τὸν ιβʹ. γίνεται γὰρ γεωμετρικὴ μεσότης γʹ ϛʹ ιβʹ. ἔτι διαστάσεις σωμάτων εἰσὶν ϛʹ. ἔτι προσλαβὼν ὁ ϛʹ τὸν πρῶτον τετράγωνον δʹ ποιεῖ τὸν δέκα.
5tΠερὶ ἑβδομάδος.
6 ἑβδομὰς μόνη τῶν ἐντὸς δεκάδος οὐ γεννᾷ οὐδὲ γεννᾶται ὑπ’ ἄλλου ἀριθμοῦ πλὴν ὑπὸ μονάδος· διὸ καὶ καλεῖται ὑπὸ τῶν Πυθαγορείων παρθένος ἀμήτωρ. τῶν 〈δὲ〉 ἄλλων τῶν ἐντὸς δεκάδος ὁ μὲν δʹ ὑπὸ δυάδος γεννᾶται, γεννᾷ δὲ σὺν τῇ
10αὐτῇ τὸν ηʹ, ὁ δὲ ϛʹ γεννᾶται ὑπὸ τριάδος, οὐ γεννᾷ δὲ, ὁ 〈δὲ〉 γʹ καὶ ὁ εʹ γεννῶσιν, ὁ μὲν γʹ τὸν ϛʹ καὶ τὸν θʹ, ὁ δὲ εʹ τὸν ιʹ. ἀπὸ μονάδος συντεθεὶς ὁ ζʹ ποιεῖ τὸν κηʹ τέλειον καὶ τοῖς ἑαυτοῦ μέρεσιν ἰσούμενον. ἡμέραι σελήνης κηʹ καθ’ ἑβδομάδας συμπληρωθεῖσαι. ἀπὸ μονάδος ζʹ ἀριθμοὶ ἐν διπλασίονι λόγῳ
15προσαυξηθέντες ποιοῦσι τὸν πρῶτον τετράγωνον ὁμοῦ καὶ κύβον τὸν ξδʹ· αʹ βʹ δʹ ηʹ ιϛʹ λβʹ ξδʹ. ἀπὸ μονάδος ζʹ ἀριθμοὶ ἐν τριπλασίονι λόγῳ προσαυξηθέντες ποιοῦσι τετράγωνον καὶ κύβον τὸν ψκθʹ, τετράγωνον ἐκ τοῦ κζʹ, κύβον ἐκ τοῦ θʹ, οὕτως· αʹ γʹ θʹ κζʹ παʹ σμγʹ ψκθʹ. καὶ ἀεὶ ὁ ζʹ παραύξων τὸ
20ὅμοιον ποιεῖ· ἀπὸ γὰρ τοῦ ξδʹ ὁ ζʹ ἐν διπλασίονι παραύξων κύβον ἀπὸ τοῦ ιϛʹ 〈ποιεῖ〉. ἔτι ἑβδομὰς ἐκ τῶν διαστάσεων καὶ τῶν τεσσάρων περάτων συνεστῶσα δείκνυσι σῶμα καὶ τὸ ὀργανικόν· πέρατα μὲν σημεῖον, γραμμή, ἐπιφάνεια, πάχος, διαστάσεις δὲ μῆκος, πλάτος, βάθος. λέγεται ὁ ζʹ τῆς πρώτης
25συμφωνίας ἀριθμὸς εἶναι τῆς διὰ δʹ δγ, ἀναλογίας τε γεω‐ μετρικῆς αʹ βʹ δʹ. καλεῖται καὶ τελεσφόρος· γόνιμα γὰρ τὰ
ἑπτάμηνα. ἐν νόσοις ἐπιδηλοῖ ἡ ἑβδομάς. τοῦ πρωτοτύπου

12

ὀρθογωνίου τριγώνου ὁ ζʹ περιέχει τὰς περὶ τὴν ὀρθὴν γωνίαν πλευράς· τῶν γὰρ πλευρῶν ἡ μὲν δʹ, ἡ δὲ γʹ. πλανῆται ζʹ. αὐτῆς σελήνης φάσεις ζʹ, δὶς μηνοειδής, 〈δὶσ〉 διχότομος, δὶς ἀμφίκυρτος, ἅπαξ πανσέληνος. ἄρκτος ἑπτάστερος· Ἡράκλει‐
5τος· κατὰ λόγον δὲ ὡρέων συμβάλλεται ἑβδομὰς κατὰ σελή‐ νην, διαιρεῖται δὲ κατὰ τοὺς ἄρκτους ἀθανάτου μνήμης σημείῳ. πλειὰς ἑπτάστερος. αἱ ἰσημερίαι δι’ ἑπτὰ μηνῶν καὶ αἱ τροπαί. τὸ δίχα τό ...... τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς εἰς ζʹ διαιρεῖται, εἰς εʹ αἰσθήσεις καὶ τὸ φωνητικὸν καὶ τὸ
10γόνιμον. ὁλόκληρα μέρη τοῦ σώματος ζʹ, κεφαλή, τράχηλος, στέρνα, πόδες βʹ, χεῖρες βʹ. σπλάγχνα ζʹ, στόμαχος, καρδία, πνεύμων, ἧπαρ, σπλήν, νεφροὶ δύο. Ἡρόφιλος δὲ τὸ τοῦ ἀνθρώ‐ που ἔντερον πηχῶν εἶναί φησι καʹ, ὅπερ εἰσὶ τρεῖς ἑβδομάδες. κεφαλὴ χρῆται πόροις ζʹ, ὀφθαλμοῖς δύο, ὠσὶ δύο, μυκτῆρσι
15δύο, στόματι. ζʹ ὁρῶμεν, σῶμα, διάστασιν, σχῆμα, μέγεθος, χρῶμα, κίνησιν, στάσιν. φωνῆς μεταβολαὶ ζʹ, ὀξεῖα, βαρεῖα, περισπωμένη, δασεῖα, ψιλή, μακρά, βραχεῖα. κινήσεις ζʹ, ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιά, ἀριστερά, ἐν κύκλῳ. φωνή‐ εντα ζʹ, αεηιουω. ἑπτάχορδος λύρα· Τέρπανδρος ἐπὶ τῆς
20λύρας φησίν·
ἡμεῖς τὴν τετράγηρυν ἀποστρέψαντες ἀοιδήν
ἑπταχόρδῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους Πλάτων ἐξ ἑπτὰ ἀριθμῶν συνέστησε τὴν ψυχὴν ἐν Τιμαίῳ. οἱ εὔριποι ἐπὶ πλεῖστον ἑπτάκις τῆς ἡμέρας μεταβάλλουσι.
25πάντα φιλέβδομα. ἔτι αἱ ἐκ βρέφους εἰς γῆρας ἡλικίαι ζʹ, παιδίου,

13

ἐφήβου, μειρακίου, νεανίσκου, ἀνδρός, πρεσβύτου, γέροντος, καὶ δι’ ἑπτὰ ἐνιαυτῶν μεταβαίνομεν ἐκ μὲν παιδὸς εἰς ἔφηβον, 〈ἐκ δὲ ἐφήβου〉 εἰς μείρακα καὶ ἐπὶ τῶν ἑξῆς ἡλικιῶν· λέγει δὲ περὶ τούτων Σόλων.
5παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων φύσας ἐκβάλλει πρῶτον 〈ἐν〉 ἑπτὰ ἔτεσι. τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσει θεὸς ἑπτὰ ἐνιαυτούς, ἥβης δ’ ἐξεφάνη σήματα γινομένης. τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἐπὶ γυίων
10λαχνοῦται χροιῆς ἄνθος ἀμειβομένης. τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδεσσιν ἄριστος ἰσχύν, ᾗ τ’ ἄνδρες σήματ’ ἔχουσι ἀρετῆς. πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι καὶ παίδων ζητεῖν ἐξοπίσω γενεήν.
15τῇ δ’ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός, οὐδ’ ἔρδειν ἔθ’ ὁμῶς ἔργα ἀπάλαμνα θέλει. ἑπτὰ δὲ νοῦν καὶ γλῶτταν ἐν ἑβδομάσιν μέγ’ ἄριστος ὀκτὼ δ’, ἀμφότερον τέσσαρα καὶ δέκ’ ἔτη. τῇ δ’ ἐνάτῃ ἔτι μὲν δύναται, μαλακώτερα δὲ αὐτοῦ
20πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη. τῇ δεκάτῃ δὲ ὅστις τελέσας κατὰ μέτρον ἵκοιτο,
οὐκ ἂν ἄωρος ἔοι μοῖραν ἔχων θανάτου. Ἱπποκράτης· ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλέομεν, παι‐ δίον, παῖς, μειράκιον, νεανίσκος, ἀνήρ, πρεσβύτης, γέρων.
25παιδίον μὲν ἄχρι ἑπτὰ ἐτέων ὀδόντων ἐκβολῆς, παῖς ἄχρι γονῆς

14

ἐκφύσεως ἐς τὰ δὶς ἑπτά, μειράκιον ἄχρι γενείου λαχνώσεως ἐς τὰ τρὶς ζʹ, νεανίσκος ἐς τὰ τῆς αὐξήσεως ὅλου τοῦ σώματος ἐς τὰ τετράκις ζʹ, ἀνὴρ δὲ ἄχρις ἑνὸς δεόντων πεντήκοντα ἐς τὰ ἑπτάκις ζʹ, πρεσβύτης δὲ ἄχρις ἐτῶν νϛʹ ἐς τὰ ἑπτάκις ηʹ,
5τὸ δ’ ἐντεῦθεν γέρων.
6tΠερὶ ὀγδοάδος.
7 ὀγδοὰς πρῶτος κύβος. ἀσφάλεια καλεῖται καὶ ἕδρασμα. σπέρμα αὐτῆς ὁ πρῶτος ἄρτιος. συντίθεται μονάδι, τριάδι, τετράδι. ἀπὸ μονάδος συντεθεῖσα ποιεῖ τὸν λϛʹ, 〈ἐν ᾧ φασι
10χρόνῳ〉 τὰ ἑπτάμηνα διατυποῦσθαι. ἡ περιέχουσα τὰ πάντα σφαῖρα ὀγδόη, ὅθεν ἡ παροιμία πάντα ὀκτώ. φησὶ δὲ Ἐρατοσ‐ θένης 〈ηʹ〉 τὰς πάσας τοῦ κόσμου σφαίρας περὶ γῆν κυκλεῖσ‐ θαι· λέγει δὲ οὕτως· ὀκτὼ δὴ τάδε πάντα, σὺν ὀκτὼ δὴ σφαίρῃσι κυλίνδετο κύκλῳ ἰόντα ἐννέα τὴν περὶ γαίην.
15tΠερὶ ἐννάδος.
16 ἐννὰς πρῶτος τετράγωνος ἀπὸ περισσοῦ πρώτου, ὡς ὁ δʹ ἀπὸ τοῦ πρώτου ἀρτίου. γεννᾷ τὸν μεʹ ἀπὸ μονάδος συντεθεῖσα, ἐν ᾧ χρόνῳ φασὶ τὰ ἐννεάμηνα ἄρχεσθαι διατυποῦσθαι. αἱ ηʹ σφαῖραι περὶ ἐννάτην 〈τὴν〉 γῆν στρέφονται. καλεῖται δὲ
20καὶ αὐτὴ τελεσφόρος· τελεῖ γὰρ τὰ ἐννεάμηνα. ἔτι τέλειος, ὅτι ἐκ τελείου τοῦ γʹ τρὶς γίνεται. καὶ Ὅμηρος· οἱ δ’ ἐννέα
πάντες ἀνέστησαν. λέγεται καὶ τοὺς 〈τῶν〉 συμφωνιῶν λόγους

15

ἔχειν ὁ θʹ, δʹ γʹ βʹ, ἐπίτριτον τὸν δʹ πρὸς τὸν γʹ, ἡμιόλιον τὸν γʹ πρὸς τὸν βʹ, διπλάσιον δʹ πρὸς βʹ. πρῶτός ἐστιν ἐπόγδοος.
3tΠερὶ δεκάδος.
4δεκὰς δυνάμει γεννᾶται ἐξ ἀρτίου καὶ περισσοῦ· πεντάκις
5γὰρ δύο ιʹ. κύκλος ἐστὶ παντὸς ἀριθμοῦ καὶ πέρας· περὶ αὐτὸν γὰρ εἰλούμενοι 〈καὶ〉 ἀνακάμπτοντες ὥσπερ καμπτῆρα δολι‐ χεύουσιν. ἔτι ὅρος ἐστὶ τῆς ἀπειρίας τῶν ἀριθμῶν· ἀπὸ μονά‐ δος 〈γὰρ〉 μέχρι αὐτοῦ ἀριθμήσαντες καὶ στάντες ἕνδεκα καὶ δώδεκα λοιπὸν λέγομεν. ἔτι εἴκοσι ὁ διπλούμενος ἐκ τοῦ δέκα
10συνθέσει σύγκειται δίς, ἐξ ὧν ἐκεῖνος· ὁ μὲν γὰρ δέκα σύγκει‐ ται ἐξ ἑνός, βʹ, γʹ, δʹ, ὁ δὲ κʹ ἐκ δὶς τοῦ αʹ καὶ δὶς τῶν βʹ, δὶς τῶν γʹ, δὶς τῶν δʹ, καὶ ἀνάλογον αἱ ἐφεξῆς δεκάδες. καλεῖ‐ ται 〈δὲ〉 ἡ δεκὰς κράτος καὶ παντέλεια, ἐπεὶ πάντα περαίνει τὸν ἀριθμὸν περιέχουσα πᾶσαν φύσιν ἐντὸς ἑαυτῆς, ἀρτίου τε
15καὶ περισσοῦ, κινουμένου τε καὶ ἀκινήτου, ἀγαθοῦ καὶ κακοῦ. καλεῖται δὲ καὶ δεχὰς παρὰ τὸ πάντα δέχεσθαι. χωρίων τε ἴση περίμετρος ἑβδομάδων εὑρίσκεται τοῦ ιϛʹ τετραγώνου καὶ τοῦ ιηʹ προμήκους· πλευραὶ δὲ τούτων δʹ καὶ ϛʹ· τετράκις γὰρ δʹ ιϛʹ καὶ (ἑ)ξάκις γʹ ιηʹ, τὰ δὲ δʹ καὶ ϛʹ ποιεῖ τὸν ιʹ. ἔτι
20γέγονεν ἐκ τῶν πρώτων ἀριθμῶν τῆς τετρακτύος συντεθέντων, ἑνός, δύο, τρι(ῶν), τεσσάρων. ἔτι ἡ δεκὰς ἀριθμὸν γεννᾷ τὸν εʹ καὶ νʹ θαυμαστὰ περιέχοντα κάλλ(η)· πρῶτον μὲν συνέστη‐ κεν ἐκ τοῦ διπλασίου καὶ τοῦ τριπλασίου τῶν κατὰ τὸ ἑξῆς συντιθεμένων, 〈διπλασίων μὲν〉 αʹ βʹ δʹ ηʹ· (ταῦτα) δ’ ἐστὶ
25ιεʹ· τριπλασίων δὲ αʹ γʹ θʹ κζʹ, ἅπερ ἐστὶ μʹ· ταῦτα συντιθέ‐

16

μενα 〈ποιεῖ τὸν〉 νεʹ. ὧν καὶ Πλάτων ἐν Τιμαίῳ μ(έ)μνηται τῆς ψυχογονίας ἀρχόμενος οὕτως· μίαν ἀπὸ παντὸς μοῖραν καὶ τὸ ἑξῆς. δεύτερον 〈ὁ〉 μὲν νεʹ ἀριθμ(ὸς) δεκάδος ἐστὶ σύνθεσις, ὁ δὲ τπεʹ τῆς δυνάμει δεκάδος· ἐὰν γὰρ ἀπὸ μονάδος ἄχρι
5δεκάδος πολυπλασιάσῃς, συνθήσεις τὸν προειρημένον ἀριθ‐ μὸν 〈τὸν〉 τπεʹ· τὰ δὲ τπεʹ τοῦ νεʹ τὸ ἑπταπλάσιον. τρίτον δὲ ὁ νεʹ τρίγωνόν ἐστι. τέταρτον, ἐὰν ψηφίσῃς τὸ ἕν ἐν γράμμα‐ σιν, εὑρήσεις τὸν κατὰ σύνθεσιν τὸν νεʹ. πέμπτον ἡ γονι‐ μωτάτη ἑξὰς ἐφ’ ἑαυτὴν πολυπλασιασθεῖσα δυνάμει ἐπιγεννᾷ τὸν
10λϛʹ, ἔστι δὲ ζʹ τούτου μέρη γεννώμενα οὕτως· δὶς ιηʹ, τρὶς ιβʹ, τετράκις θʹ, ἑξάκις ϛʹ, θʹ δʹ, ιβʹ γʹ, ιηʹ βʹ· γίνονται μὲν ζʹ, ἀριθμὸς δὲ ὁ νεʹ. ἕκτον τρίγωνοι πέντε κατὰ τὸ ἑξῆς γεννῶσι τὸν νεʹ, οἷον γʹ ϛʹ ιʹ ιεʹ 〈καʹ〉. πάλιν τετράγωνοι εʹ οἱ κατὰ τὸ ἑξῆς αʹ δʹ θʹ ιϛʹ κεʹ γίνονται νεʹ· ἐκ δὲ τριγώνου
15καὶ τετραγώνου ἡ τοῦ ὅλου γένεσις κατὰ Πλάτωνα· ἐκ μὲν γὰρ ἰσοπλεύρων τριγώνων τρία σχήματα συνίσταται, πυρα‐ μίς, ὀκτάεδρον, εἰκοσάεδρον, τὸ μὲν πυρὸς σχῆμα, τὸ δὲ ἀέρος, τὸ δὲ ὕδατος, ἐκ 〈δὲ〉 τετραγώνων ὁ κύβος, τοῦτο δὲ τὸ
σχῆμα γῆς ἐστιν.